Ιερά Μονή Παντάνασσας Γραβιάς

Χαιρετισμοί εισ την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Ποίημα Ἰωσὴφ Μοναχοῦ. Κοντάκιον. Ἦχος πλ. δ´. Τὸ προσταχθέν. Τῇ ἱερᾷ καὶ φωτοφόρῳ σου εἰκόνι, παρεστηκότες οἱ πιστοὶ μετ᾿ εὐλαβείας, ἀνυμνοῦμέν σε πανύμνητε οἱ σοὶ δοῦλοι· καὶ δεόμενοι αἰτοῦμέν σε κατάπεμψον, τὰς ἰάσεις τοῖς προστρέχουσιν ἱκέταις σου, ὅπως κράζωμεν· Χαῖρε μόνη Παντάνασσα! Ἄρχων ὁ τῶν ἀγγέλων οὐρανόθεν κατέπτη, εἰπεῖν τῇ Παντανάσσῃ τὸ χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ θεοφθόγγῳ αὐτοῦ φωνῇ, σαρκούμενόν σε κατιδὼν Κύριε, ἐβόησε καὶ ἔπεισε τὴν κτίσιν, κράζειν πρὸς Αὐτὴν τοιαῦτα· Χαῖρε, τῆς ἀνθρώπων σωτηρίας ἀπαρχὴ καὶ αἰτία· χαῖρε, τῆς φθαρείσης φύσεως ἡ σαφὴς ἰσοῤῥοπία. Χαῖρε, ὅτι ἐπεδήμησε διὰ σοῦ Θεὸς ἡμῖν· χαῖρε, πάσης ἀναπλάσεως ἀπαρχὴ καὶ τὸ Ἀμήν. Χαῖρε, κτίσεως ἡ ἔννοια εἰς τοῦ Κτίστου τὴν βουλήν· χαῖρε, μόνη ἡ δανείσασα Θεῷ Λόγῳ τὴν στολήν. Χαῖρε, ὕψιστον ἀξίωμα ὑπερβαῖνον πάντα νοῦν· χαῖρε, ὕψος ἀπροσμέτρητον καὶ αὐτοῦ τοῦ οὐρανοῦ. Χαῖρε, Κόρη ἡλιόμορφε, ὑπερτέρα τοῦ φωτός· χαῖρε, Τόκῳ σου πεπλήρωται τοῦ Γενάρχου ὁ σκοπός. Χαῖρε, ὕψος, βάθος ἄῤῥητον, τῶν χαρίτων ἡ αὐγή· χαῖρε, πᾶσι δεομένοις σου ἰαμάτων ἡ πηγή. Χαῖρε, μόνη Παντάνασσα. Βρέφος διὰ σοῦ ἐγεγόνει, ὁ προάναρχος Λόγος, Παρθένε, καὶ τεχθεὶς ἀποῤῥήτως, παρέχει τοῖς τιμῶσί σε, τὴν ἄφεσιν καὶ τὴν ἴασιν ὡσαύτως, δεομένοις σου, ἐν τῷ ψάλλειν· Ἀλληλούϊα. Γνῶσιν ἄγνωστον γνῶναι, καὶ μαθεῖν ἑλομένη, ἐβόα ἡ Ἀπείρανδρος τῷ Λειτουργῷ μετὰ δέους· Ὡς παρθένος ἁγνὴ πῶς γενήσομαι, τοῦ Ὑψίστου μήτηρ; ἑρμήνευσον. Πρὸς ἣν ὁ Ἄρχων ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω· Χαῖρε, βουλῆς τῆς ὑψίστου ἡ μύστις· χαῖρε, κραυγῆς δεομένων ἡ ῥύστις. Χαῖρε, τῶν πενθούντων χαρὰ καὶ ἀντίληψις· χαῖρε, ἀσθενούντων ἰατρὸς καὶ ἀνάῤῥωσις. Χαῖρε, τῆς καρκίνου μάστιγος ἡ τελεία ὀλετήρ· χαῖρε, πάσης νόσου ἕτοιμος καὶ ἀκοίμητος σωτήρ. Χαῖρε, ἡ τοῦ κόσμου μόνιμος καὶ γλυκεῖα προσφυγή· χαῖρε, ἡ παντοίας θλίψεως θετικὴ ἀπαλλαγή. Χαῖρε, μόνη ἐπακούουσα τῶν πενθούντων τοῦ κλαυθμοῦ· χαῖρε, εἴσοδος σωτήριος ἀμετρήτου πληθυσμοῦ. Χαῖρε, ἔμβλημα καὶ στέφανε τῶν πιστῶν Ἀθωνιτῶν· χαῖρε, μόνη ἀπαλλάξασα καταδίκης τὸ θνητόν. Χαῖρε, μόνη Παντάνασσα. Δύναμις τοῦ Ὑψίστου, ἐπιστᾶσά σοι Κόρη, ἡγίασέ σε ὅλην ὡς οἶδε, καὶ τὴν σάρκα τὴν Αὐτοῦ παρὰ σοῦ προσλαβὼν ἀποῤῥήτως, ὑπέδειξε τοῖς θέλουσι, κομίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα. Ἔλαμψας ἀποῤῥήτως, τῇ ἁγίᾳ μορφῇ σου, γνωσθῆναι ὡς ηὐδόκησας Κόρη, θαυματόβρυτον θείαν, εἰκόνα τὴν σήν, δι᾿ ἧς καὶ κρουνηδὸν πάντοτε, θαυμάτων τὰ χαρίσματα, παρέχεις τοῖς βοῶσι ταῦτα· Χαῖρε, φωτός του ἀδύτου Μήτηρ· χαῖρε, νυκτὸς καὶ τοῦ σκότου λύσις. Χαῖρε, ἴαμα καὶ στήριγμα τῶν πονούντων ἀκριβές· χαῖρε, ἔρεισμα τῆς πίστεως καὶ ἐλπίδος ἀῤῥαγές. Χαῖρε, εἴσοδος τοῖς θέλουσι καὶ βιοῦσιν εὐσεβῶς· χαῖρε, θάῤῥος καὶ ἀντίληψις τοῖς ἀθλοῦσιν εὐσθενῶς. Χαῖρε, μόνη προξενήσασα σωτηρίαν τοῖς πιστοῖς· χαῖρε, μόνη ἡ ἀνοίξασα εἴσοδον ἐν οὐρανοῖς. Χαῖρε, κλῖμαξ ἐπουράνιε ἡ εἰσάγουσα βροτούς· χαῖρε, δρόσος ἡ πηγάζουσα τοὺς τῆς χάριτος κρουνούς. Χαῖρε, μόνη ἡ συνάγουσα τῶν Παρθένων τοὺς χορούς· χαῖρε, μόνη ἡ γλυκαίνουσα τοὺς δυστήνους νῦν καιρούς. Χαῖρε, μόνη Παντάνασσα. Ζωῶσαι θέλων τὸν κόσμον, ὁ τοῦ κόσμου πλαστουργὸς καὶ Δεσπότης, ἐνῴκησε τῇ μήτρᾳ σου πανάμωμε ἀπειράνδρως, καὶ μητέρα τῶν πιστῶν καὶ μεσίτριαν ἀναδείξας, ἔπεισε ἀνυμνεῖν σε ἐν τῷ ψάλλειν· Ἀλληλούϊα. Ἤκουσται παρὰ πάντων τὰ φρικτὰ μεγαλεῖα ἅτινα ἀναβλύζεις, Παρθένε, τῇ ἁγίᾳ καὶ σεπτῇ σου εἰκόνι, τὰ ἰάματα ὡς νάματα προχέουσα ἀεννάως, τοῖς τιμῶσι τὴν πανίερόν σου ταύτην μορφήν, ὦ Παντάνασσα, καὶ πίστει σοι βοῶσι· Χαῖρε, ἰαμάτων κρουνοὺς ἀεννάως προχέουσα· χαῖρε, τοῖς νοσοῦσιν ἰσχὺν δαψιλῶς ἡ παρέχουσα. Χαῖρε, μόνη θεραπεύουσα τοῦ καρκίνου τὴν πληγήν· χαῖρε, σὴν μορφήν βραβεύσασα ὡς χαρᾶς ἡμῖν πηγήν. Χαῖρε, ὅτι φῶς ἀπήστραψας τοῦ προσώπου σου, ἁγνή· χαῖρε, ὅτι οὕτω λέλυται τῶν ἀνθρώπων ἡ ποινή. Χαῖρε, ὅτι ῥύεται διὰ σοῦ φύσις βροτῶν· χαῖρε, ὅτι χαίρουσι διὰ σοῦ στίφη πιστῶν. Χαῖρε, ὕψος, βάθος ἄπειρον τοῖς ἀνθρώπων λογισμοῖς· χαῖρε, πλάτος τὸ ἀσύγκριτον τῆς Θεοῦ Λόγου ὀσμῆς. Χαῖρε, ἔμβλημα θεόπεμπτον τῶν πιστῶν ἱεραρχῶν· χαῖρε, καύχημα καὶ σέμνωμα τῶν πρὸ σοῦ Πατριαρχῶν. Χαῖρε, μόνη Παντάνασσα. Θεοφόρον παστάδα, τῆς τοῦ Λόγου νυμφεύσεως Κόρη, ἔγνωμέν σε ὑπερβᾶσαν τοὺς ὅρους καὶ λόγους τῆς φύσεως, ὦ Κεχαριτωμένη· ἀσυγκρίτῳ δὲ τρόπῳ καὶ νόμῳ, ὡς Θεοτόκος ἐδίδαξας τοὺς πάντας ψάλλειν· Ἀλληλούϊα. Ἴδον τάξεις ἀγγέλων, ἐν χερσί σου κρατοῦσαν, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ ὡς Δέσποιναν νοοῦντές σε μόνην, εἰ καὶ δούλην, Κυρία, σεαυτὴν κατήγγελλες, ἔσπευσαν τοῖς ὕμνοις θεραπεῦσαι, καὶ βοῆσαί σοι, εὐλογημένη· Χαῖρε, ἡ τῶν ἀγγέλων ὑπερβᾶσα ἀσυγκρίτως τὰς τάξεις· χαῖρε, τῆς σωτηρίας εὐδρομοῦσα ἀεννάως τὰς πράξεις. Χαῖρε, ἄκουσμα καὶ λάλημα τὸ πληροῦν τοὺς οὐρανούς· χαῖρε, τοὺς φθαρέντας ἔμπαλιν μεταστρέψασα καινούς. Χαῖρε, ὅτι ἀπηλλάγημεν τῆς φθορᾶς οἱ γηγενεῖς· χαῖρε, ὅτι ἐν σοὶ πέπαυται ἡ τοῦ ᾅδου τυραννίς. Χαῖρε, μόνιμον σωσίβιον τῆς κοιλάδος τοῦ κλαυθμῶνος· χαῖρε, θαῦμα καὶ ἐξαίρεσις πάσης φύσεως κανόνος. Χαῖρε, μόνη τῆς ἁγνότητος τὸ μυρίπνοον δοχεῖον· χαῖρε, Κόρη ἀειπάρθενος τὸ θεόσταλτον βραβεῖον. Χαῖρε, ἄρωμα τῆς πίστεως καὶ βραβεῖον ἀρετῆς· χαῖρε, καύχημα καὶ στήριγμα Θεοτόκε τοῖς πιστοῖς. Χαῖρε, μόνη Παντάνασσα. Κήρυκες θεοφόροι, καὶ ποιμένες συνάμα, οἱ θεῖοι μαθηταὶ τοῦ Σωτῆρος, ἐπέστησάν σοι Παρθένε ἀθρόως, ὅτε ἐκ γῆς ἀπαίρειν προείλου· καὶ φωνῇ σιγηρᾷ σε ἀνύμνουν, μετὰ πόθου κράζοντες τό· Ἀλληλούϊα. Λάμψασα σῇ εἰκόνι, ὦ Παντάνασσα Μῆτερ, ἔδειξας πολυτρόπως τῶν θαυμάτων τὴν χάριν, ἣν πλουσίως παρέχεις τοῖς νοσοῦσι ποικίλως, ῥῶσιν μεταδιδοῦσα τοῖς πάσχουσιν ἀνιάτως· οἱ ἐκ νόσων δὲ ῥυσθέντες, ἐβόων πρὸς σὲ Θεοτόκε· Χαῖρε, ἀνόρθωσις τῶν νοσούντων· χαῖρε, παράκλησις τῶν πενθούντων. Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην σκορπίσασα· χαῖρε, τῶν δαιμόνων τὸν δόλον συντρίψασα. Χαῖρε, θάλασσα βυθίσασα τὸν ἡμέτερον ἐχθρόν· χαῖρε, ὕδωρ τὸ ἀλλόμενον τῶν τοῦ πνεύματος κρουνῶν. Χαῖρε, πύρινε στῦλε τοὺς πιστοὺς ὁδηγοῦσα· χαῖρε, στήριγμα θεῖον τοὺς ἀθώους κρατοῦσα. Χαῖρε, τροφὴ τοῦ Μάννα ἀσύγκριτε· χαῖρε, τρυφὴ ἁγνείας ἀμίμητε. Χαῖρε, ἡ γῆ τῆς Χριστοῦ Βασιλείας· χαῖρε, ἡ κρηπὶς τῆς θείας ἐπαγγελίας. Χαῖρε, μόνη Παντάνασσα. Μέλλοντός σου τῷ κόσμῳ, φανεροῦσθαι Χριστέ μου, καὶ συνόντος Πατρί σου ἀφράστως, ἐπεδόθης ὡς βρέφος σαρκί, τῷ δικαίῳ Συμεὼν εὔσπλαγχνε· ἀλλ᾿ ἐγνώσθης τούτῳ ὡς Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄῤῥητον πτωχείαν κράζων· Ἀλληλούϊα. Νέαν ἔδειξε πλάσιν, ἐμφανίσας ὁ Πλάστης, Αὐτοῦ σε κατὰ σάρκα μητέρα, ἐξ ἀσπόρου σου Κόρη γαστρός, ἐκβλαστήσας καὶ φυλάξας σε ἄφθορον· ἡμεῖς δὲ ἐξιστάμενοι, ὑμνοῦμέν σε Ἁγνὴ βοῶντες· Χαῖρε, τὸ ἄνθος τῆς παρθενίας· χαῖρε, τὸ στέφος τῆς ἀφθορίας. Χαῖρε, ἀναπλάσεως τύπον προβάλλουσα· χαῖρε, τῶν ἀΰλων τὸν τρόπον διδάσκουσα. Χαῖρε, Μάννα θεῖον, ἄφθορον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, θεῖον καταπέτασμα ὑφ᾿ οὗ σκέπονται πολλοί. Χαῖρε, ἡ τετοκυῖα ὁδηγὸν τοῖς ἀνθρώποις· χαῖρε, ἡ προσδοκία σταθηρὰ αἰχμαλώτοις. Χαῖρε, Κριτοῦ τοῦ δικαίου ἡ μόνη δυσώπησις· χαῖρε, ἀπείρων ἐνόχων καὶ πταιόντων συγχώρησις. Χαῖρε, ἐλπὶς καὶ στοργὴ τῶν γυμνῶν παῤῥησίας· χαῖρε, χαρὰ καὶ σταθμὲ τῆς Χριστοῦ Ἐκκλησίας. Χαῖρε, μόνη Παντάνασσα. Ξένον τόκον ὁρῶντες, οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐν φόβῳ τὸν νοῦν ἐπὶ Θεὸν μεταθέντες, ἔγνωσαν τοῦ μυστηρίου τὴν δύναμιν· εἰς τοῦτο γὰρ ὁ Ὕψιστος ἐπέφανε, πρὸς τὸ ἑλκῦσαι τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα. Ὅλος ἦν ἐν τοῖς κόλποις, τοῦ Πατρὸς ἐν ὑψίστοις, ὁ τοὺς κάτω ἑλκῦσαι ἐλθὼν ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, ἡ δὲ κύησις παρθενικὴ γέγονεν, καὶ τόκος ἐξ Ἁγνῆς· ἥτις ἀκούει, ὑπὸ πάντων ταῦτα· Χαῖρε, Θεοῦ τοῦ ἀπείρου χώρα· χαῖρε, ἀσυλλήπτου μυστηρίου πεῖρα. Χαῖρε, πίστεως ἡ εἴσοδος εἰς τὸν κόσμον τῆς φθορᾶς· χαῖρε, μόνη πᾶσι πρόξενος τοῖς ἀνθρώποις τῆς χαρᾶς. Χαῖρε, ἴαμα καὶ βάλσαμον γένους ὅλου τῆς πληγῆς· χαῖρε, φύσιν ἀνυψώσασα τὴν φθαρεῖσαν ἐπὶ γῆς. Χαῖρε, μόνη ἀποτίσασα τῶν πταιόντων τὴν ποινήν· χαῖρε, ὄντως ἡ ἀνοίξασα τὴν αἰώνιον Μονήν. Χαῖρε, δι᾿ ἧς ἐξωφλήθη τοῦ Ἀδὰμ ἡ παράβασις· χαῖρε, δι᾿ ἧς ἐπεδόθη νῦν τῇ Εὔᾳ ἡ λύτρωσις. Χαῖρε, μόνη θεραπεύουσα τὰς ὀδύνας τῶν θνητῶν· χαῖρε, μόνιμος ἀντίληψις καὶ ἐλπὶς ἡ τῶν πιστῶν. Χαῖρε, μόνη Παντάνασσα. Πᾶσα φύσις ἀγγέλων καὶ ἀνθρώπων συνάμα, ἐξεπλάγη τὸ μέγα τῆς ἀσυλλήπτου σου σαρκώσεως, Λόγε. Τὸν τὸ εἶναι πᾶσι παρασχόντα ἄϋλον Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν διατρίβοντα, ἀκούοντα δὲ ὑπὸ πάντων, οὕτως· Ἀλληλούϊα. Ρύονται τῶν κινδύνων καὶ τῶν νόσων οἱ πάντες, καταφεύγοντες πρὸς σὲ Θεοτόκε· ἡ πανάχραντος γάρ σου εἰκών, ἐφαπλοῦσα τὴν χάριν, δαψιλῶς ὦ Παντάνασσα, τοῖς πάσχουσι τὴν ἴασιν χαρίζεται· θαυμάζοντες διὸ βοῶμεν· Χαῖρε, ἰαμάτων ὁ κρατὴρ ὁ ἀένναος· χαῖρε, τῶν θαυμάτων ὁ σταθμὸς ὁ ἀμέτρητος. Χαῖρε, ἡ ἀνακουφίζουσα παντὸς πόνου τὴν πληγήν· χαῖρε, ὄντως ἡ παρέχουσα τῆς ἐλπίδος τὴν πηγήν. Χαῖρε, Δέσποινα Παντάνασσα, ἡ κουφίζουσα τοὺς πόνους· χαῖρε, ὅτι τοὺς ζητοῦντάς σε οὐκ ἐγκαταλείπεις μόνους. Χαῖρε, μόνη παραμύθιον τοῖς ἀνθρώπων στεναγμοῖς· χαῖρε, ὄντως ἐπακούουσα τῶν πονούντων τῆς κραυγῆς. Χαῖρε, πρόθεσις καὶ στήριγμα τῆς καλῆς ἀποταγῆς· χαῖρε, πρότυπον καὶ ἔμβλημα τῆς ὀρθῆς ὑποταγῆς. Χαῖρε, θησαυροφυλάκιον τῶν τοῦ Πλάστου δωρεῶν· χαῖρε, ὅτι δέδωκας Ὄρος σου τὸ ἅγιον εἰς κατοίκησιν ἡμῶν. Χαῖρε, μόνη Παντάνασσα. Σῶσαι θέλων ὁ Κτίστης, τὴν φθαρεῖσαν τῶν ἀνθρώπων εἰκόνα, ἐπὶ σὲ Παναγία κατῆλθε, καὶ ἐθέωσέ σε ὡς Θεός, καὶ τὴν φύσιν πᾶσαν τῶν βροτῶν εἵλκυσε, ἣν κάλλει τῷ ἀρχαίῳ συμμορφώσας, πείθει πάντας κράζειν· Ἀλληλούϊα. Τεῖχος εἶ τῶν παρθένων, Ἀειπάρθενε κόρη, καὶ πάντων τῶν ποθούντων ἁγνεύειν· ὁ γὰρ τῶν ὅλων ποιητής, κατεσκήνωσεν ἐν σοὶ Ἄχραντε, καὶ πάντας ὡς Μητρὶ αὐτοῦ, διδάσκει σοι προσφωνεῖν τοιαῦτα· Χαῖρε, ἡ δόξα τῆς Παρθενίας· χαῖρε, ἡ βάσις τῆς σωτηρίας. Χαῖρε, εὔναυσμα καὶ σφράγισμα τῶν Πατέρων τῆς εὐχῆς· χαῖρε, τῆς ἀποκαλύψεως τέλος καὶ ἀκροστιχίς. Χαῖρε, μόνη θεῖον αἴνιγμα τοῦ Ὑψίστου τῆς βουλῆς· χαῖρε, ὄντως θεῖον ἔμβλημα τοῦ Σωτῆρος τῆς στολῆς. Χαῖρε, κόρη ἀκατάληπτε, καὶ ἀνέκφραστε πτυχή· χαῖρε, ὅτι βοηθείᾳ σου κατορθοῦται ἡ εὐχή. Χαῖρε, ἄσπιλε, ἀμόλυντε, οὐρανῶν ἡ πλατυτέρα· χαῖρε, πάσης ὅλης κτίσεως ἀσυγκρίτως ὑπερτέρα. Χαῖρε, ὅτι μόνῃ χαίρειν, σοὶ ἁρμόζει Θεοτόκε· χαῖρε, τοῦ φωτὸς ὦ μῆτερ, σὺ καὶ ὄντως Φωτοτόκε. Χαῖρε, μόνη Παντάνασσα. Ὕμνον πᾶσα ἡ κτίσις, βουλομένη προσφέρειν, ἐπάξιόν σοι πάναγνε Κόρη, οὐκ ἰσχύει εὐφημεῖν οὐδαμῶς, τὴν πολλὴν πρὸς Θεὸν παῤῥησίαν σου, καὶ πῶς τὸν ὑπερύμνητον, ὑμνήσει σοῦ Υἱόν· ἀλλ᾿ οὖν κραυγάζει· Ἀλληλούϊα. Φωτοφόρον νεφέλην, τοῖς ἐν σκότει δωρεῖται, σὲ ὄντως ὁ Υἱός σου, Παρθένε· ἐκ σοῦ ἄδυτον λάμψας γὰρ φῶς, πρὸς τὴν θείαν γνῶσιν δᾳδουχεῖ ἅπαντας· καὶ σὲ τὴν φωτοδότιδα, ὑμνεῖν ἡμᾶς προτρέπει οὕτως· Χαῖρε, ἥλιον γεννήσασα νοητὴ ἀνατολή· χαῖρε, τῆς μεταμορφώσεως τοῦ Χριστοῦ θεία στολή. Χαῖρε, φῶς τὸ ἄϋλον τῶν ἁγίων στολισμός· χαῖρε, διὰ σοῦ ἠφάνισται τῶν δαιμόνων σκοτισμός. Χαῖρε, ὄντως τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν ἀείῤῥυτον ἐκπηγάζεις ποταμόν. Χαῖρε, θάλασσα ἀκύμαντε ἡ μετάγουσα ἐκ γῆς· χαῖρε, μόνη θεραπεύουσα τοὺς νοσοῦντας τῆς πληγῆς. Χαῖρε, τῆς σωτηρίας χορηγοῦσα τὸν τύπον· χαῖρε, πάσης κακίας ἀποπλύνουσα ῥύπον. Χαῖρε, μόνη θεραπεύουσα τῶν πιστῶν τὰς συνειδήσεις· χαῖρε, πάλιν εὐμενίζουσα τὸν Ἀδέκαστον ἐν κρίσει. Χαῖρε, μόνη Παντάνασσα. Χάριν δοῦναι πταισμάτων, εὐδοκήσας ἐν κόσμῳ, ὁ πάντων χρεωλύτης ἐνόχων, θέλων ἔκλινε τοὺς οὐρανούς, καὶ αὐτοπροσώπως πρὸς ἡμᾶς ἐπεδήμησε, καὶ ῥήξας τὸ γραμμάτιον, ἀκούει ὑπὸ πάντων οὕτως· Ἀλληλούϊα. Ψάλλοντές σοι τοὺς ὕμνους, μακαρίζομεν πάντες, ὡς θείαν σε σκηνὴν Φωτοτόκε· ἀληθῶς γὰρ οἰκήσας ἐν σοί, ὁ δρακὶ συνέχων πᾶσαν γῆν Κύριος, ἡγίασεν, ἐδόξασεν· ἐδίδαξε βοᾶν σοι πάντας· Χαῖρε, ᾆσμα ἀνερμήνευτον τῆς ἀγγέλων ὑμνῳδίας· χαῖρε, πρόφασις καὶ μέλημα τῆς ἀνθρώπων μελῳδίας. Χαῖρε, τῆς Τριάδος σέμνωμα, ἔνθα μόνιμον τὸ φῶς· χαῖρε, μόνη ἀειπάρθενος, ὅπου οὐχ ὑπάρχει πῶς! Χαῖρε, ἄφθαστον ἀξίωμα ὑπεράνω οὐρανῶν· χαῖρε, τὸ ὑπὸ τὸν ἥλιον ἀπερίγραπτον καινόν. Χαῖρε, ἄφραστον μυστήριον καὶ αἰώνων καὶ καιρῶν· χαῖρε, σέμνωμα καὶ καύχημα παντὸς κόσμου τῶν χωρῶν. Χαῖρε, ἄρωμα καὶ ἔμβλημα ἱερέων εὐλαβῶν· χαῖρε, στήριγμα καὶ καύχημα φιλοθέων εὐσεβῶν. Χαῖρε, ἔξοχον ἀρχέτυπον ἀσκητῶν καὶ μοναχῶν· χαῖρε, πλήρωμα ἁπάντων τε δεομένων τῶν εὐχῶν. Χαῖρε, μόνη Παντάνασσα. Ὦ Παντάνασσα Μῆτερ, ἡ τεκοῦσα τῶν πάντων ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ´), ἀποδεξαμένη τὴν ἡμῶν ὑμνῳδίαν, ἐκ παντοίας νῦν ἐπιφορᾶς σκέπασον, καὶ τῆς μελλούσης ῥῦσαι κατακρίσεως, ἡμᾶς βοῶντας· Ἀλληλούϊα. Καὶ τέλος, ἕτερον Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ. Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου, οἱ λυτρωθέντες τῶν δεινῶν εὐχαριστήρια, ἀναπέμπομεν οἱ δοῦλοί σου Θεοτόκε. Ἀλλ᾿ ὡς σῴζουσα πληγῶν παντοίων Δέσποινα, τῶν κακούντων ἡμᾶς ῥῦσαι περιστάσεων, ἵνα κράζωμεν· Χαῖρε μόνη Παντάνασσα!